Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.67 Joseph. AJ 14.72 (English) >>Joseph. AJ 14.76

14.70φόνου δὲ ἦν τὰ πάντα ἀνάπλεα. καὶ τῶν Ἰουδαίων οἱ μὲν ὑπὸ Ῥωμαίων, οἱ δʼ ὑπὸ ἀλλήλων ἀνῃροῦντο, εἰσὶν δʼ οἳ καὶ κατὰ κρημνῶν ἑαυτοὺς ἐρρίπτουν καὶ πῦρ ἐνιέντες εἰς τὰς οἰκίας ἐνεπίμπραντο τὰ γινόμενα καρτερεῖν οὐχ ὑπομένοντες. 14.71ἔπεσον δὲ τῶν μὲν Ἰουδαίων εἰς μυρίους καὶ δισχιλίους, Ῥωμαίων δὲ πάνυ ὀλίγοι. ἐλήφθη δὲ αἰχμάλωτος καὶ Ἀψάλωμος, θεῖος ἅμα καὶ πενθερὸς Ἀριστοβούλου. παρηνομήθη δὲ οὐ σμικρὰ περὶ τὸν ναὸν ἄβατόν τε ὄντα ἐν τῷ πρὶν χρόνῳ καὶ ἀόρατον· 14.72παρῆλθεν γὰρ εἰς τὸ ἐντὸς Πομπήιος καὶ τῶν περὶ αὐτὸν οὐκ ὀλίγοι καὶ εἶδον ὅσα μὴ θεμιτὸν ἦν τοῖς ἄλλοις ἀνθρώποις μόνοις τοῖς ἀρχιερεῦσιν. ὄντων δὲ τραπέζης τε χρυσῆς καὶ λυχνίας ἱερᾶς καὶ σπονδείων καὶ πλήθους ἀρωμάτων, χωρὶς δὲ τούτων ἐν τοῖς θησαυροῖς ἱερῶν χρημάτων εἰς δύο χιλιάδας ταλάντων, οὐδενὸς ἥψατο διʼ εὐσέβειαν, ἀλλὰ κἀν τούτῳ ἀξίως ἔπραξεν τῆς περὶ αὐτὸν ἀρετῆς. 14.73τῇ τε ὑστεραίᾳ καθαίρειν παραγγείλας τὸ ἱερὸν τοῖς ναοπόλοις καὶ τὰ νόμιμα ἐπιφέρειν τῷ θεῷ τὴν ἀρχιερωσύνην ἀπέδωκεν Ὑρκανῷ διά τε τἆλλα ὅσα χρήσιμος ὑπῆρξεν αὐτῷ, καὶ ὅτι τοὺς κατὰ τὴν χώραν Ἰουδαίους Ἀριστοβούλῳ συμπολεμεῖν ἐκώλυσεν, καὶ τοὺς αἰτίους τοῦ πολέμου τῷ πελέκει διεχρήσατο. τὸν δὲ Φαῦστον καὶ τοὺς ἄλλους ὅσοι τῷ τείχει προθύμως ἐπέβησαν τῶν πρεπόντων ἀριστείων ἠξίωσεν.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.67 Joseph. AJ 14.72 (English) >>Joseph. AJ 14.76

Powered by PhiloLogic